Εορτή της Ορθοδοξίας: Ο Άγιος Ιωσήφ ο πάγκαλος, ο Άγιος Βασιλέας ο Ιερομάρτυρας και Επίσκοπος Αμασείας, η Οσία Γλαφύρα, η Οσία Ιούστα.
Ήχος πλ.δ΄
Στιχ. Δικαιοσύνην μάθετε, οι ενοικούντες επί της γης.
Αλληλούια, Αλληλούια, Αληλλούια
Το Τροπάριον
Ιδού ο Νυμφίος έρχεται εν τω μέσω της νυκτός· και μακάριος ο δούλος, ον ευρήσει γρηγορούντα· ανάξιος δε πάλιν, ον ευρήσει ραθυμούντα. Βλέπε ουν ψυχή μου, μη τω ύπνω κατενεχθής, ίνα μη τω θανάτω παραδοθής, και της Βασιλείας έξω κλεισθής· αλλά ανάνηψον κράζουσα· Άγιος, Άγιος, Άγιος ει ο Θεός ημών, δια της Θεοτόκου, ελέησον ημάς.
Εορτή της Ορθοδοξίας: Ο Άγιος Ιωσήφ ο πάγκαλος. Ο Άγιος Βασιλέας ο Ιερομάρτυρας και Επίσκοπος Αμασείας. Η Οσία Γλαφύρα. Η Οσία Ιούστα. Κατά Ματθαίο: Αρχή ωδίνων. Η μεγάλη θλίψη. Ο ερχομός του Υιού του ανθρώπου. Μάθημα από τη συκιά. Ευαγγελικό απόσπασμα ημέρας από πρωτότυπο και σε νεοελληνική απόδοση.
Κατά Ματθαίο Άγιο Ευαγγέλιο, Κεφάλαιο ΚΔ'(24) 3-35
καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾿ ἰδίαν λέγοντες· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος;
καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.
μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾿ οὔπω ἐστὶ τὸ τέλος.
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσι καὶ μισήσουσιν ἀλλήλους.
καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσι πολλούς,
καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος.
῞Οταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ρηθὲν διὰ Διανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ ὁ ἀναγινώσκων νοείτω
τότε οἱ ἐν τῇ ᾿Ιουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη,
ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ.
ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ᾿ οὐ μὴ γένηται.
Διαβάστε περισσότερα εδώ:
https://www.ekklisiaonline.gr/eyaggelia/evangelio-megali-deftera-26-apriliou-2021-megali-deftera/
www.worldenergynews.gr